Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.24 Joseph. BJ 7.31 (English) >>Joseph. BJ 7.38

7.28ψευδῆ δὲ τὴν ἐλπίδα διήλεγχεν πεῖρα τῶν ἔργων· ὀλίγον τε γὰρ μόλις προύβαινον οἱ μεταλλεύοντες, τε τροφὴ καίτοι ταμιευομένοις ἔμελλεν ἐπιλείψειν. 7.29τότε δὴ τοίνυν ὡς διʼ ἐκπλήξεως ἀπατῆσαι τοὺς Ῥωμαίους δυνησόμενος λευκοὺς ἐνδιδύσκει χιτωνίσκους καὶ πορφυρᾶν ἐμπερονησάμενος χλανίδα κατʼ αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐν τὸ ἱερὸν ἦν πρόσθεν, ἐκ τῆς γῆς ἀνεφάνη. 7.30τὸ μὲν οὖν πρῶτον τοῖς ἰδοῦσι θάμβος προσέπεσε καὶ κατὰ χώραν ἔμενον, ἔπειτα δʼ ἐγγυτέρω προσελθόντες ὅστις ἐστὶν ἤροντο. 7.31καὶ τοῦτο μὲν οὐκ ἐδήλου Σίμων αὐτοῖς, καλεῖν δὲ τὸν ἡγεμόνα προσέταττεν. καὶ ταχέως πρὸς αὐτὸν δραμόντων ἧκεν Τερέντιος Ῥοῦφος· οὗτος γὰρ ἄρχων τῆς στρατιᾶς κατελέλειπτο· πυθόμενός τε παρʼ αὐτοῦ πᾶσαν τὴν ἀλήθειαν τὸν μὲν ἐφύλαττε δεδεμένον, Καίσαρι δʼ ὅπως εἴη συνειλημμένος ἐδήλου. 7.32Σίμωνα μὲν οὖν εἰς δίκην τῆς κατὰ τῶν πολιτῶν ὠμότητος, ὧν πικρῶς αὐτὸς ἐτυράννησεν, ὑπὸ τοῖς μάλιστα μισοῦσι πολεμίοις ἐποίησεν θεός, 7.33οὐ βίᾳ γενόμενον αὐτοῖς ὑποχείριον, ἀλλʼ αὑτὸν ἑκουσίως εἰς τὴν τιμωρίαν παραβαλόντα, διʼ πολλοὺς αὐτὸς ὠμῶς ἀπέκτεινε ψευδεῖς αἰτίας ἐπιφέρων τῆς πρὸς Ῥωμαίους μεταβολῆς. 7.34οὐδὲ γὰρ διαφεύγει πονηρία θεοῦ χόλον, οὐδὲ ἀσθενὴς δίκη, χρόνῳ δὲ

-- --

μέτεισι τοὺς εἰς αὐτὴν παρανομήσαντας καὶ χείρω τὴν τιμωρίαν ἐπιφέρει τοῖς πονηροῖς, ὅτι καὶ προσεδόκησαν αὐτῆς ἀπηλλάχθαι μὴ παραυτίκα κολασθέντες. ἔγνω τοῦτο καὶ Σίμων εἰς τὰς Ῥωμαίων ὀργὰς ἐμπεσών.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.24 Joseph. BJ 7.31 (English) >>Joseph. BJ 7.38

Powered by PhiloLogic